Mark 10:32-34

32Ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἱεροσόλυμα, καὶ ἦν προάγων αὐτοὺς Ἰησοῦς, καὶ ἐθαμβοῦντο,
 οἱ δὲ = WH Treg NA/NIV: || καὶ = RP
οἱ δὲ ⸃ ἀκολουθοῦντες ἐφοβοῦντο. καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν
33ὅτι Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ
 τοῖς = WH Treg NA/NIV: || [omit] = RP
τοῖς γραμματεῦσιν, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν
34καὶ ἐμπαίξουσιν αὐτῷ καὶ
 ἐμπτύσουσιν αὐτῷ καὶ μαστιγώσουσιν αὐτὸν = WH Treg NA/NIV: || μαστιγώσουσιν αὐτόν καὶ ἐμπτύσουσιν αὐτῷ = RP
ἐμπτύσουσιν αὐτῷ καὶ μαστιγώσουσιν αὐτὸν ⸃ καὶ
 ἀποκτενοῦσιν = WH NA/NIV: || ἀποκτενοῦσιν αὐτόν = Treg RP
ἀποκτενοῦσιν, καὶ
 μετὰ τρεῖς ἡμέρας = WH Treg NA/NIV: || τῇ τρίτῃ ἡμέρᾳ = RP
μετὰ τρεῖς ἡμέρας ⸃ ἀναστήσεται.

Copyright information for SBLG